Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.416 Joseph. AJ 12.421 (English) >>Joseph. AJ 12.426

12.419ἐγράφη τὸ δόγμα ὑπὸ Εὐπολέμου τοῦ Ἰωάννου παιδὸς καὶ ὑπὸ Ἰάσονος τοῦ Ἐλεαζάρου ἐπʼ ἀρχιερέως μὲν τοῦ ἔθνους Ἰούδα, στρατηγοῦ δὲ Σίμωνος τοῦ ἀδελφοῦ αὐτοῦ.” καὶ τὴν μὲν πρώτην Ῥωμαίοις πρὸς Ἰουδαίους φιλίαν καὶ συμμαχίαν οὕτως συνέβη γενέσθαι. 12.420

Δημήτριος δʼ ἀπαγγελθείσης αὐτῷ τῆς Νικάνορος τελευτῆς καὶ τῆς ἀπωλείας τοῦ σὺν αὐτῷ. στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν. 12.421ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας, πολλοὶ γὰρ εἰς αὐτὰ συμπεφεύγεσαν, ἐκπολιορκήσας καὶ λαβὼν ἄρας ἐκεῖθεν ἐπὶ τὰ Ἱεροσόλυμα σπουδὴν ἐποιεῖτο. 12.422μαθὼν δὲ τὸν Ἰούδαν ἔν τινι κώμῃ Ζηθῶ τοὔνομα κατεστρατοπεδευμένον ἐπʼ αὐτὸν ἠπείγετο μετὰ πεζῶν μὲν δισμυρίων, ἱππέων δὲ δισχιλίων· τῷ Ἰούδᾳ δʼ ἦσαν οἱ πάντες χίλιοι. οὗτοι τὸ Βακχίδου πλῆθος θεωρήσαντες ἔδεισαν καὶ τὴν παρεμβολὴν καταλιπόντες ἔφυγον πάντες πλὴν ὀκτακοσίων. 12.423Ἰούδας δὲ καταλειφθεὶς ὑπὸ τῶν οἰκείων στρατιωτῶν καὶ τῶν πολεμίων ἐπικειμένων καὶ μηδένα καιρὸν αὐτῷ πρὸς συλλογὴν τῆς δυνάμεως ἐπιτρεπόντων οἷός τʼ ἦν μετὰ τῶν ὀκτακοσίων συμβαλεῖν τοῖς τοῦ Βακχίδου, καὶ προτρεπόμενός τε τούτους εὐψύχως ὑφίστασθαι τὸν κίνδυνον παρεκάλει χωρεῖν ἐπὶ τὴν μάχην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.416 Joseph. AJ 12.421 (English) >>Joseph. AJ 12.426

Powered by PhiloLogic